Add parallel Print Page Options

45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς [a]πωλοῦντας, 46 λέγων αὐτοῖς· Γέγραπται· [b]Καὶ ἔσται ὁ οἶκός μου οἶκος [c]προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

47 Καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 48 καὶ οὐχ [d]εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:45 πωλοῦντας WH Treg NIV ] + ἐν αὐτῷ καὶ ἀγοράζοντας RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 Καὶ ἔσται WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:46 προσευχῆς WH Treg NIV ] + ἐστίν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 19:48 εὕρισκον NIV RP ] ηὕρισκον WH Treg